Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.117 Joseph. AJ 10.121 (English) >>Joseph. AJ 10.124

10.119οὐδὲ ἐν αὐτοῖς δὲ ὄντες τοῖς δεινοῖς ἐπίστευον οἱ ταῦτʼ ἀκούοντες τῶν ἡγεμόνων, ἀλλὰ μετʼ ὀργῆς ἀπήγγελλον ἐλθόντες πρὸς τὸν βασιλέα, καὶ κατηγοροῦντες κατῃτιῶντο κτεῖναι τὸν προφήτην ὡς μεμηνότα καὶ τὰς ψυχὰς αὐτῶν προκατακλῶντα καὶ ταῖς τῶν χειρόνων καταγγελίαις τὸ πρόθυμον ἐκλύοντα τοῦ πλήθους· ἕτοιμον γὰρ εἶναι αὐτὸ ὑπὲρ αὐτοῦ καὶ τῆς πατρίδος κινδυνεῦσαι, δὲ παρῄνει πρὸς τοὺς πολεμίους φεύγειν ἁλώσεσθαι λέγων τὴν πόλιν καὶ πάντας ἀπολεῖσθαι. 10.120

δὲ βασιλεὺς αὐτὸς μὲν ὑπὸ χρηστότητος καὶ δικαιοσύνης οὐδὲν ἰδίᾳ παρωξύνθη, ἵνα δὲ μὴ τοῖς ἡγεμόσιν ἀπεχθάνηται παρὰ τοιοῦτον καιρὸν ἀντιπράττων αὐτῶν τῇ προαιρέσει, τὸν προφήτην ἐφῆκεν αὐτοῖς ποιεῖν ὅτι ἂν θέλωσιν. 10.121ὡς δὲ τοῦτο ἐφέντος αὐτοῖς τοῦ βασιλέως εὐθὺς εἰς τὴν εἱρκτὴν εἰσελθόντες καὶ παραλαβόντες αὐτὸν εἴς τινα λάκκον βορβόρου πλήρη καθίμησαν, ὅπως ἰδίῳ θανάτῳ πνιγεὶς ἀποθάνῃ. δὲ πρὸ τοῦ αὐχένος ὑπὸ τοῦ πηλοῦ περισχεθεὶς ἐν τούτοις ἦν. 10.122τῶν δʼ οἰκετῶν τις τοῦ βασιλέως ἐν τιμῇ τυγχάνων Αἰθίοψ τὸ γένος τὸ περὶ τὸν προφήτην πάθος ἀπήγγειλε τῷ βασιλεῖ φάσκων οὐκ ὀρθῶς ταῦτα τοὺς φίλους καὶ τοὺς ἡγεμόνας αὐτοῦ πεποιηκέναι καταποντίσαντας εἰς βόρβορον τὸν προφήτην καὶ τοῦ διὰ τῶν δεσμῶν θανάτου πικρότερον οὕτως ἐσόμενον ἐπινοήσαντας κατʼ αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.117 Joseph. AJ 10.121 (English) >>Joseph. AJ 10.124

Powered by PhiloLogic